Idioma: Griego Antiguo
Enunciado: τῆς δ᾿ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι
Traducción literal: Delante de la virtud colocaron el sudor los dioses inmortales
Marcador de uso: Muy usado
Fuentes: Tosi 1685
Observaciones: Hesíodo, Trabajos y Días 289-290.
Contexto: Σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση· τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ᾽ ἐγγύθι ναίει· τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι.Yo sé lo que te conviene, gran necio Perses, y telo voy a decir: de la maldad puedes coger fácilmente cuanto quieras, llano es el camino y vive muy cerca; delante de la virtud, en cambio, colocaron el sudor los dioses inmortales.Hesíodo, Trabajos y Días 287-290
Contexto: ἔτι δὲ αἱ μὲν ῥᾳδιουργίαι καὶ ἐκ τοῦ παραχρῆμα ἡδοναὶ οὔτε σώματι εὐεξίαν ἱκαναί εἰσιν ἐνεργάζεσθαι, ὥς φασιν οἱ γυμνασταί, οὔτε ψυχῇ ἐπιστήμην ἀξιόλογον οὐδεμίαν ἐμποιοῦσιν, αἱ δὲ διὰ καρτερίας ἐπιμέλειαι τῶν καλῶν τε κἀγαθῶν ἔργων ἐξικνεῖσθαι ποιοῦσιν, ὥς φασιν οἱ ἀγαθοὶ ἄνδρες. λέγει δέ που καὶ Ἡσίοδος […] τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι (<delante de la virtud colocaron el sudor los dioses inmortales>>) (Jenofonte, Recuerdos de Sócrates 2.1.20).
Contexto: τὸν δὲ Ἡσίοδον οἱ πολλοὶ σοφὸν ἀποφαίνουσι λέγοντα ὡς ἡ μὲν ἐπὶ ‘τὴν κακότητα ὁδὸς λεία’ καὶ ἀνιδιτὶ παρέχει πορεύεσθαι, μάλα βραχεῖα οὖσα, τῆς δὲ ἀρετῆς, φησίν, ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι.Y la generalidad de los hombres destacan la sabiduría de Hesíodo cuando dice que el camino del mal es llano y puede recorrerse sin sudar, porque es sumamente corto. En cambio, delante de la virtud -afirma- colocaron el sudor los dioses inmortales.Platón, Leyes 4, 718e-719a