Idioma: Griego Antiguo
Enunciado: ἅμ᾿ ἔπος, ἅμ᾿ ἔργον
Traducción literal: A la vez palabra y obra
Marcador de uso: Muy usado
Fuentes: Suda1928-38 α 1462; ZenobioAtos 5.58; ZenobioParisino 1.77; Diogeniano 2.24; DiogenianoV 1.36; Gregorio 1.48; Macario 1.94; Apostolio 2.97; Eustacio-Il. 2.621.21-23 y 4.322.30-323.2; Tosi 930
Contexto: «‘ἀλλ᾽ ἀθρόοι ὁρμηθέντες / Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα’. / ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο / Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε / καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· / βὰν δ᾽ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. / αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον» (Ilíada 19.236-242)
Contexto: «ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ / ἀνέρος ὅν τε θαμιναὶ ἐπιστρωφῶσι μέριμναι, / ἢ ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί, / ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς» (Himno homérico a Hermes 43-46)
Contexto: «ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε» (Heródoto 3.135.1)
Contexto: ὁ δ᾽ οὖν νέος (καλὴ γὰρ ἦν καὶ παρθένος) ἅμα ἔπος ἅμα ἔργον ἄσμενος αὐτίκα μάλα τὴν αἴτησιν τῆς κόρης ἐπλήρου, περικρατῶν ὀμφάκια τοῦ στέρνου τὰ μῆλα καὶ φιλημάτων ἀπολαύων ἅμα γνησίων (Aristéneto, Cartas 2.7)