Idioma: Griego Antiguo
Enunciado: εἰπὼν ἃ θέλεις, ἀντάκουε ἃ μὴ θέλεις
Traducción literal: Si dices lo que quieres, escucha como respuesta lo que no quieres
Marcador de uso: Muy usado
Fuentes: Macario 3.49; ColCoisl 133 G.; Esopo 155; Tosi 35
Contexto: «αἴ κ᾽ εἴπηις τὰ θέληις <καί κεν> ἀκούσαις τά κεν οὐ θέλοις» (Alceo, fr. 341 Lobel-Page).
Contexto: «τί ταῦτ᾽ ἐπαινεῖς; πᾶς γὰρ οἰνωθεὶς ἀνὴρ / ἥσσων μὲν ὀργῆς ἐστι, τοῦ δὲ νοῦ κενός· / φιλεῖ δὲ πολλὴν γλῶσσαν ἐκχέας μάτην / ἄκων ἀκούειν οὓς ἑκὼν εἶπεν λόγους.» (Sófocles, fr. 929 Radt).
Contexto: «οὐκ εὐφυῆ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλ᾽ ἀλοιδόρητον καὶ ἀνέγκλητον· οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ ‘γνῶθι σαυτόν’, ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι» (Plutarco, Del provecho que se puede sacar de los enemigos 89a).