Idioma: Griego Antiguo
Enunciado: μὴ παιδὶ μάχαιραν
Traducción literal: No (des) a un niño un cuchillo
Fuentes: Pausanias μ 16; Hesiquio μ 1244; Focio μ 267.18 s.; Suda1928-38 μ 971; Diogeniano 6.46; Gregorio 3.9; GregorioL 2.70; Apostolio 11.51; Tosi 1573; Lelli p. 512 n. 533
Contexto: «ἀλλ᾽ ὅσῳ περ ἂν αὗται μᾶλλον αἱ διαθέσεις καθ᾽ ὑπερβολὴν ὑπάρξωσι, τοσούτῳ μείζω καὶ πλείω τὸν κεκτημένον βλάπτουσιν, <ἐὰν> ἄνευ φρονήσεως παραγένωνται· τὸ γὰρ μὴ παιδὶ μάχαιραν τοῦτ᾽ ἐστι τὸ μὴ τοῖς φαύλοις τὴν ἐξουσίαν ἐγχειρίζειν» (Aristóteles, Protréptico 4 Dühring)
Contexto: «[…] τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα (ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν μὴ παιδὶ μάχαιραν) ἐκποδὼν εὐθὺς ἐποιήσατο […]» (Posidonio 87 F 36 Jacoby)
Contexto: «ἦ πολυιδρείη χαλεπὸν κακόν, ὅστις ἀκαρτεῖ / γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει. / ἠῷοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν / οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα» (Calímaco fr. 75.8-11 Pfeiffer)
Contexto: «εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κωφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσιν» (Plutarco Charlas de sobremesa, 7.714e)
Contexto: «Μὴ παιδὶ μάχαιραν, ἡ παροιμία φησίν· ἐγὼ δὲ φαίην ἄν· ‘μὴ παιδὶ πλοῦτον μηδὲ ἀνδρὶ ἀπαιδεύτῳ δυναστείαν’» (Plutarco, 131 Sandbach)
Contexto: «τὸ γὰρ ἐξεῖναί τισι πάνθ᾽ ἁπλῶς ὅσα βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς· καὶ διὰ τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δ᾽ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει» (Dión Casio 52.14.2-3)
Contexto: «ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθονῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέρως σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν» (Clemente de Alejandría, Stromata 1.1.14.3-4)