Idioma: Griego Antiguo
Enunciado: καὶ κεραμεὺς κεραμεῖ κοτέει
Traducción literal: Y el alfarero siente celos del alfarero
Marcador de uso: Muy usado
Fuentes: Appendix 3.36; Macario 5.86; Tosi 183
Enunciado: καὶ κεραμεὺς κεραμεῖ
Traducción literal: Y el alfarero del alfarero
Contexto: «ζηλοῖ δέ τε γείτονα γείτων / εἰς ἄφενος σπεύδοντ᾽· ἀγαθὴ δ᾽ Ἔρις ἥδε βροτοῖσιν. / καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, / καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ» (Hesíodo, Trabajos y días 23-26).
Contexto: «καὶ τοὺς ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδ᾽ ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος· γίγνεται γὰρ οὕτω τὸ κεραμεὺς κεραμεῖ» (Aristóteles, Retórica 2.1381b).
Contexto: «ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται ‘καὶ κεραμεὺς κεραμεῖ’» (Aristóteles, Retórica 1388a17).
Contexto: «τὸ δ᾽ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ· καὶ γὰρ κεραμεὺς κεραμεῖ κοτέει, καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα» (Aristóteles, Etica a Eudemo 1235a).
Contexto: «οὐ γὰρ κεραμεῖ δεῖ κεραμέα φθονεῖν οὐδ᾽ ἀοιδὸν ἀοιδῷ καθ᾽ Ἡσίοδον, οὐδὲ γείτονα ζηλοῦν οὐδ᾽ ἀνεψιὸν οὐδ᾽ ἀδελφὸν ‘εἰς ἄφενος σπεύδοντα’ καὶ τυγχάνοντα χρηστῶν πραγμάτων» (Plutarco, Sobre el provecho que se puede obtener de los enemigos 92a).