Idioma: Griego Antiguo
Enunciado: μεταβολὴ πάντων γλυκύ
Traducción literal: El cambiar todo es placentero
Marcador de uso: Muy usado
Fuentes: Arsenio 11.31b; Tosi 772
Contexto: «ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, / χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ» (Eurípides, Orestes 233 s.)
Contexto: «οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον. τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλ᾽ ὑγροῦ, ὅθεν εἴρηται ‘ἐρᾷ μὲν ὄμβρου γαῖα’, καὶ τὸ ‘μεταβολὴ πάντων γλυκύ’. ἡ δὲ μεταβολὴ εἰς τοὐναντίον. τὸ δ᾽ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ· καὶ γὰρ ‘κεραμεὺς κεραμεῖ κοτέει’, καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα». (Aristóteles, Ética a Eudemo 1235a)
Contexto: «οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἐνέργεια ἀλλὰ καὶ ἀκινησίας, καὶ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. μεταβολὴ δὲ πάντων γλυκύ, κατὰ τὸν ποιητήν, διὰ πονηρίαν τινά· ὥσπερ γὰρ ἄνθρωπος εὐμετάβολος ὁ πονηρός, καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδ᾽ ἐπιεικής» (Aristóteles, Ética a Nicómaco 1154b)
Contexto: «τὸ γὰρ σύνηθες ἡδὺ ἦν. καὶ τὸ μετα βάλλειν ἡδύ· εἰς φύσιν γὰρ γίγνεται <τὸ> μεταβάλλειν· τὸ γὰρ αὐτὸ ἀεὶ ὑπερβολὴν ποιεῖ τῆς καθεστώσης ἕξεως, ὅθεν εἴρηται μεταβολὴ πάντων γλυκύ» (Aristóteles, Retórica 1371a)
Contexto: «ὁ πρῶτος εἰπών μεταβολὴ πάντων γλυκύ, / οὐχ ὑγίαινε, δέσποτ᾽. ἐκ μὲν γὰρ κόπου / γλυκεῖ᾽ ἀνάπαυσις, ἐξ ἀλουσίας δ᾽ ὕδωρ, / καὶ τἄλλα τοιαῦτ᾽· ἂν δέῃ δ᾽ ἐκ πλουσίου / πτωχὸν γενέσθαι, μεταβολὴ μέν, ἡδὺ δ᾽ οὔ. / ὥστ᾽ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ» (Fragmento cómico de autor desconocido, núm. 115 Kock).