ΑΙΑΚ.— οὗτος δὲ Σόλων ὁ ᾿Εξηκεστίδου καὶ Θαλῆσ ἐκεῖνος καὶ παρ᾿ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
ΜΕΝ.— ῎Αλυποι, ὦ Αἰακὲ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. ῾Ο δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, ὁ τὰς φλυκταίνας ἐξηνθηκὼς, τίς ἐστιν;
ΑΙΑΚ.— ᾿Εμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
ΜΕΝ.— Ὧ χαλκόπου βέλτιστε, τὶ παθὼν σαυτόν ἐς τοὺς κρατῆρας ἐνέβαλες;
ΕΜΠ.— Μελαγχολία τις, ὦ Μένιππε.
ΜΕΝ.— Οὐ μὰ Δί᾿, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυσα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν ἀλλ᾿ οὐδέν σε τὸ σόφισμα ὤνησεν· ἐφωράθης γάρ τεθνεώς. ῾Ο Σωκράτης δὲ, ὦ Αἰακὲ, ποῦ ποτε ἄρα ἐστίν;
ΑΙΑΚ.— Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
ΜΕΝ.— ῞Ομως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑΚ.— ῾Ορᾷς τὸν φαλακρόν;
ΜΕΝ.— ῞Απαντες φαλακροί εἰσιν· ὥςτε πάντων ἂν εἴη τοῦτο τό γνώρισμα.
ΑΙΑΚ.— Τὸν σιμὸν λέγω.
ΜΕΝ.— Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
ΣΩΚ.— ᾿Εμὲ ζητεῖς, ὦ Μένιππε;
ΜΕΝ.— Καὶ μάλα, ὦ Σώκρατες.
ΣΩΚ.— Τί τὰ ἐν ᾿Αθήναις.
ΜΕΝ.— Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
ΣΩΚ.— Μάλα πολλοὺς ἑόρακα.
ΜΕΝ.— ᾿Αλλὰ ἑόρακας, οἶμαι, οἷος ἦκε παρὰ σοὶ ᾿Αρίστιππος καὶ Πλάτων αὐτὸς, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τούς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
ΣΩΚ.— Περὶ ἐμοῦ δὲ τί φρυνοῦσιν;
ΜΕΝ.— Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ ταῦτα —δεῖ γὰρ, οἶμαι, τἀληθῆ λέγειν— οὐδὲν εἶδότα.
ΣΩΚ.— Καὶ αὐτος ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.