Κατ᾿ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνω δικαστήριον, ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑφηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ ἀλάστορες καὶ ᾿Ερινύες· ἐτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς ἁλύσει μακρᾷ δεδεμένοι, ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ ὁ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ· χωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροὶ, κλοιὸν ἕκαστος αὐτῶν καὶ σκύλακα διτάλαντων ἐπικείμενος. ᾿Εφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν ἀπολογουμένων· κατηγόρουν δὲ αὐτῶν καινοί τινες καὶ παράδοξοι ῥήτορες